Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.340 Joseph. AJ 2.345 (English) >>Joseph. AJ 2.349

2.343ὡς οὖν τῶν Αἰγυπτίων στρατὸς ἅπας ἐντὸς ἦν, ἐπιχεῖται πάλιν θάλασσα καὶ περικαταλαμβάνει ῥοώδης ὑπὸ πνευμάτων κατιοῦσα τοὺς Αἰγυπτίους, ὄμβροι τʼ ἀπʼ οὐρανοῦ κατέβαινον καὶ βρονταὶ σκληραὶ προσεξαπτομένης ἀστραπῆς καὶ κεραυνοὶ δὲ κατηνέχθησαν. 2.344ὅλως δʼ οὐδὲν ἦν τῶν ἐπʼ ἀπωλείᾳ κατὰ μῆνιν θεοῦ συμπιπτόντων ἀνθρώποις, μὴ τότε συνῆλθε· καὶ γὰρ νὺξ αὐτοὺς ζοφώδης καὶ σκοτεινὴ κατέλαβε. καὶ οἱ μὲν οὕτως ἀπώλοντο πάντες, ὡς μηδʼ ἄγγελον τῆς συμφορᾶς τοῖς ὑπολελειμμένοις ὑποστρέψαι. 2.345

Τοὺς δʼ Ἑβραίους οὐδὲ κατασχεῖν ἦν ἐπὶ τῇ χαρᾷ τῆς παραδόξου σωτηρίας καὶ τῇ τῶν πολεμίων ἀπωλείᾳ, βεβαίως νομίζοντας ἠλευθερῶσθαι τῶν ἀναγκαζόντων δουλεύειν διεφθαρμένων καὶ τὸν θεὸν οὕτως ἐναργῶς ἔχοντας βοηθοῦντα. 2.346καὶ οἱ μὲν αὐτοί τε τὸν κίνδυνον οὕτως ἐκφυγόντες καὶ προσέτι τοὺς ἐχθροὺς ἐπιδόντες κεκολασμένους, ὡς οὐκ ἄλλοι τινὲς μνημονεύονται τῶν πρόσθεν ἀνθρώπων, ἐν ὕμνοις ἦσαν καὶ παιδιαῖς ὅλην τὴν νύκτα, καὶ Μωυσῆς ᾠδὴν εἰς τὸν θεὸν ἐγκώμιόν τε καὶ τῆς εὐμενείας εὐχαριστίαν περιέχουσαν ἐν ἑξαμέτρῳ τόνῳ συντίθησιν. 2.347

Ἐγὼ μὲν οὖν ὡς εὗρον ἐν ταῖς ἱεραῖς βίβλοις οὕτως ἕκαστον τούτων παραδέδωκα· θαυμάσῃ δὲ μηδεὶς τοῦ λόγου τὸ παράδοξον, εἰ ἀρχαίοις ἀνθρώποις καὶ πονηρίας ἀπείροις εὑρέθη σωτηρίας ὁδὸς καὶ διὰ θαλάσσης εἴτε κατὰ βούλησιν θεοῦ εἴτε κατὰ ταὐτόματον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.340 Joseph. AJ 2.345 (English) >>Joseph. AJ 2.349

Powered by PhiloLogic